Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.268 Joseph. AJ 3.273 (English) >>Joseph. AJ 3.277

3.271κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι τὸν ἄνδρα, παραβᾶσαν δὲ τὸ σῶφρον τοῦ δεξιοῦ σκέλους ἔξαρθρον γενέσθαι καὶ τὴν γαστέρα πρησθεῖσαν οὕτως ἀποθανεῖν· ἂν δʼ ὑπὸ πολλοῦ τοῦ ἔρωτος καὶ τῆς διὰ τοῦτον ζηλοτυπίας προπετῶς ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. 3.272τῶν δʼ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· δʼ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα· 3.273ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετʼ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπʼ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο. 3.274

Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.268 Joseph. AJ 3.273 (English) >>Joseph. AJ 3.277

Powered by PhiloLogic